Μεγάλη Παρασκευή

Time to read
less than
1 minute
Read so far

Μεγάλη Παρασκευή

Απρίλιος 17, 2020 - 16:42

φωτογραφία αρχείου eurokinissi-Βασίλης Παπαδόπουλος

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο».

«Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες· Κύριε,ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆςτρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ Μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲπορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας». 

+ π.I.Σ.